Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.95 Joseph. AJ 7.100 (English) >>Joseph. AJ 7.104

7.98κρατήσας δʼ αὐτῶν τῇ μάχῃ καὶ πολλὴν τῆς χώρας ἀποτεμόμενος καὶ προσορίσας τῇ τῶν Ἑβραίων ἐπὶ τοὺς Μωαβίτας τὸν πόλεμον μετήγαγε, καὶ τὰ μὲν δύο μέρη τῆς στρατιᾶς αὐτῶν τῇ μάχῃ νικήσας διέφθειρε, τὸ δὲ λειπόμενον αἰχμάλωτον ἔλαβε. 7.99φόρους δὲ αὐτοῖς ἐπιτάξας κατʼ ἔτος τελεῖν ἐπὶ Ἀρτάζαρον τὸν Ἀραοῦ μὲν υἱὸν βασιλέα δὲ τῆς Σωφηνῆς ἐστράτευσε, καὶ συμβαλὼν αὐτῷ παρὰ τὸν Εὐφράτην ποταμὸν τῶν μὲν πεζῶν αὐτοῦ διέφθειρεν ὡσεὶ δισμυρίους, τῶν δʼ ἱπποτῶν ὡς πεντακισχιλίους. ἔλαβε δὲ καὶ αὐτοῦ ἅρματα χίλια, καὶ τὰ πλείω μὲν αὐτῶν ἠφάνισεν, ἑκατὸν δὲ μόνα προσέταξεν αὑτῷ φυλαχθῆναι. 7.100

Ἀκούσας δὲ Δαμασκοῦ καὶ Σύρων βασιλεὺς Ἄδαδος, ὅτι πολεμεῖ Δαυίδης τὸν Ἀρτάζαρον, φίλος ὢν αὐτῷ μετὰ δυνάμεως ἧκεν ἰσχυρᾶς συμμαχήσων· ἀπήλλαξε δʼ ὡς προσεδόκα συμβαλὼν πρὸς τῷ Εὐφράτῃ ποταμῷ, πταίσας δὲ τῇ μάχῃ πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν· ἔπεσον γὰρ ὑπὸ τῶν Ἑβραίων ἀναιρούμενοι τῆς Ἀδάδου δυνάμεως δισμύριοι, οἱ δὲ λοιποὶ πάντες ἔφυγον. 7.101μέμνηται δὲ τούτου τοῦ βασιλέως καὶ Νικόλαος ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν αὐτοῦ λέγων οὕτως· “μετὰ δὲ ταῦτα πολλῷ χρόνῳ ὕστερον τῶν ἐγχωρίων τις Ἄδαδος ὄνομα πλεῖον ἰσχύσας Δαμασκοῦ τε καὶ τῆς ἄλλης Συρίας ἔξω Φοινίκης ἐβασίλευσε. πόλεμον δʼ ἐξενέγκας πρὸς Δαυίδην τὸν βασιλέα τῆς Ἰουδαίας καὶ πολλαῖς μάχαις κριθείς, ὑστάτῃ δὲ παρὰ τὸν Εὐφράτην, ἐν ἡττᾶτο,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.95 Joseph. AJ 7.100 (English) >>Joseph. AJ 7.104

Powered by PhiloLogic